Παρασκευή, 12 Δεκεμβρίου 2014

Παρακλητικός Κανόνας Αγίου Σπυρίδωνος

Μετά το ευλογητόν, το Κύριε εισάκουσον. Είτα το, θεός Κύριος, και το τροπάριον.

Ήχος δ’. Ο Υψωθείς εν τω Σταυρώ.
Τον ιεράρχην του Χριστού τον πανένδοξον και τροπαιούχον ευσεβείας αήττητον, των ορθοδόξων καύχημα, Σπυρίδων σοφόν, πάντες ανυμνήσωμεν, προς αυτόν εκβοώντες, ρύσαι ικεσίαις σου, πειρασμών και κινδύνων, τους μετα πόθου, Πάνσεπτε, το σον, καταφιλούντας ιερόν εκτύπωμα.

Δόξα. Και νυν. Θεοτόκιον. Τη Θεοτόκω εκτενώς …

Ο Ν' ψαλμός και ο Κανών

ΩΔΗ Α’ Ήχος πλ. δ'. Υγράν διοδεύσας.

Άγιε του Θεού..

Σπυρίδων Μακάριε των πιστών, αντιλήπτωρ μέγα ,την πρεσβεία σου συνεργόν, ημίν πάσι δίδου τοις εκ πόθου, ασπαζομένοις την θεια Εικονα σου.

Άγιε του Θεού..

Πάσαι ευσεβούντων ω θαυμαστέ, Σπυρίδων αι τάξεις, ανυμνούσι σε αληθώς, Θεός γαρ ο πλάστης και δεσπότης, αξιοχρέως σε πάτερ εδόξασε.

Φωτί τω αυλω εν ουρανώ, Σπυρίδων Παμμάκαρ, συν αγγέλοις συ εντρυφών, ταις προς τον Δεσπότην ευπροσδέκτοις, ημάς λιταίς σου φωταγώγησον.

Θεοτοκίον.

Συνέχομαι κινδύνοις και πειρασμοίς, και προς σε Παρθένε, καταφεύγων επιζητώ, την λύσιν αυτών και σωτήριαν, διο λιταίς σου τον δούλον σόν οίκτηρον.

ΩΔΗ Γ’

Άγιε του Θεού..

Νεκράν συ εφώνησας, εκ του μνημείου Σπυρίδων Όσιε, ούτω καμέ, πταίσμασι θανόντα, σαις λιταίς εξανάστησον.

Άγιε του Θεού..

Κόρος ου προσγίνεται, τοις σε τιμώσι Σπυρίδων Όσιε, Συ γαρ ημών, προστάτης και ρύστης, και τιμή και αντίληψης.

Άπασης με θλίψεως, και εκ κινδύνων, Σπυρίδων Όσιε, σαις προσευχαίς και παντοίων νόσων και κολάσεως λύτρωσε.

Θεοτοκίον.

Έχων την ελπίδα μου εν σοι Πανάσπιλε Δέσποινα όλην προς σε, ανατείλω χαίρων την ψυχήν και διάνοιαν.

ΩΔΗ Δ’

Άγιε του Θεού..

Ώι πολύφωτε ήλιε των Πατέρων κλέος Σπυρίδων Όσιε , τους τιμώντας σε αξίωσον, φωταγωγηθήναι ταις πρεσβείαις σου.

Άγιε του Θεού..

Παρεστώς του Παντάνακτος, θρόνω αιωνίω τους ανυμνούντας σε, ω Σπυρίδων ελευθέρωσον, εκ παντός κινδύνου ικεσίαις σου.

Ως τον όφιν μετέβαλες, εις χρυσόν Σπυρίδων Παναγιώτατε, ούτω δέομαι μετάβαλε, από των κακών με εις μετάνοιαν.

Θεοτοκίον.

Ρύσαι Μήτερ τον δούλον σου, εκ των κατεχόντων δεινών με θλίψεων, επι σοι γαρ ανατίθημι πάσαν την ελπίδαν Αειπάρθενε.

ΩΔΗ Ε’

Άγιε του Θεού..

Λύσον των παθών, την ομίχλη Αγιώτατε, τη φωταγωγία των σεπτών σου λιτών, και προς τρίβους, βίου με οδήγησον.

Άγιε του Θεού..

Νόσων ιατρός, και κινδύνων ρύστης ένθεος, συ ανεδείχθης Σπυρίδων Ιερέ. Διο ψυχήν μου, ταις λιταίς σου νυν θεράπευσον.

Ρυσαι με δεινών, ω Σπυρίδων ιερώτατε τον σοι ευλαβώς καταφεύγοντα και ταις λιταίς σου, πάσης θλίψεως απάλλαξον.

Θεοτοκίον.

Άχραντε ημίν, τοις οικέταις σου χορηγήσον, τοις κατεχομένοις υπο των θλίψεων την σωτηρίαν, μεσιτείαις σου προς Κύριον.

ΩΔΗ ΣΤ’

Άγιε του Θεού..

Νεκρώσας, σου της σαρκός τας κινήσεις, εξανέστησας νεκρούς ω Σπυρίδων, ζωοποιώ και ενθέω σου λόγω. Όθεν καμού την ψυχήν Πάτερ Άγιε, ταις σαις λιταίς ως συμπαθής, νεκρωθείσαν τοις πάθεσι ζώωσον.

Άγιε του Θεού..

Συνέχει με των πταισμάτων θάλασσα, και χειμάζει τρικυμία κινδύνων, και προς βυθόν απωλείας καθέλκει, των ανιάτων παθών η αντίπνοια, Θεόν ο κυρήξας τον Χριστόν, ω Σπυρίδων των κλύδωνα κόπασον.

Προστάτα των θλιβωμένων Σπυρίδων, μολυνθείσαν ηδοναίς την ψυχήν, μου δια λουτρού κατανύξεως Θειας, καθαρτικών τε δακρύων απόλουσον. Και ρύσαι με της φοβεράς ,σαις λιταίς και ασβέστου κολάσεως.

Θεοτοκίον.

Φυγάδευσον εκ της αθλίας σαρκός μου, την ανίατον ασθένειαν Κόρη και των δεινών αλγηδόνων με ρύσαι και θεραπείαν τελείαν μοι δώρησαι και σώσον με τον επι σοι, πεποιθότα ταις θείαις πρεσβείαις σου.

Διάσωσον.

Εκ θλίψεων και εκ παντοίων κινδύνων λύτρωσαι Ιεράρχα τους την θείαν Μνήμην σου θερμώς εορτάζοντας ως ρύστης των θλιβωμένων Σπυρίδων.

Και Θεοτοκίον. Άχραντε…

Ο Ιερεύς μνημονεύει. Είτα το κοντάκιον Ήχος δ’

Τοις λόγοις εκόσμησας ,την εκκλησίαν Χριστού, τοις έργοις ετίμησας το κατ’ εικόνα Θεού, Σπυρίδων Μακάριε. Έλαμψας εν τω κόσμω, τη εν τη σωφροσύνη, χάριτας ιαμάτων απαστράπτων τοις πάσι. Διο και νυν γεραίρομεν πίστει την Μνήμην σου.

Και ευθύς το Προκείμενον. Ήχος δ’

Το στόμα μου λαλήσει σοφίαν και η μελέτη της καρδίας μου σύνεσιν.

Στίχος. Ακούσατε ταύτα πάντα τα έθνη, Ενωτίσασθε πάντες οι κατοικούντες την Οικουμένην.

Ευαγγέλιον.

Εκ του κατά Ιωάννην (ι' 9-16)

Είπεν ο Κύριος. Εγώ είμι η θύρα, δι εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται, και εξελεύσεται, και νομήν ευρήσει. Ο κλέπτης ουκ έρχεται ειμή ίνα κλέψη, και θύση, και απολέση· εγώ ήλθον ίνα ζωήν έχωσι και περισσόν έχωσιν. Εγώ είμι ο Ποιμήν ο καλός· ο Ποιμήν ο καλός την ψυχήν αυτού τίθησιν υπέρ των προβάτων. Ο μισθωτός δε και ουκ ων ποιμήν ου ουκ εισί τα πρόβατα ίδια, θεωρεί τον λύκον ερχόμενον, και αφίησι τα πρόβατα, και φεύγει· και ο λύκος αρπάζει αυτά, και σκορπίζει τα πρόβατα. Ο δε μισθωτός φεύγει, ότι μισθωτός εστί, και ου μέλει αυτώ περί των προβάτων. Εγώ ειμί ο Ποιμήν ο καλός, και γινώσκω τα εμά, και γινώσκομαι υπό των εμών. Καθώς γινώσκει με ο Πατήρ καγώ γινώσκω τον Πατέρα, και την ψυχήν μου τίθημι, υπέρ των προβάτων. Και αλλά πρόβατα έχω, ά ουκ έστιν εκ της αυλής ταύτης, κακείνά με δει αγαγείν, και της φωνής μου, ακούσουσι, και γενήσεται μία ποίμνη, εις ποιμήν.

Δόξα.

Ταις του Ιεράρχου, πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.
Και νυν.

Ταίς της Θεοτόκου, πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη, των εμών εγκλημάτων.

Στίχ. Ελεήμων, ελέησόν με ο Θεός κατά το μέγα έλεος σου και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Προσόμοιον. Ήχος πλ. β'. Όλην αποθέμενοι.

Πλούτον αναφαίρετον έχει σε Κέρκυρα νήσος, ταύτην αξιάγαστε φαεινοίς αυγάζοντα ταις λαμπρότησιν. η και νυν δώρησαι την ειρήνην Πάτερ, και τροπαίων αύτην έμπλησον, εχθρών την έπαρσην και παρεμβολάς κάμψας βέλεσι, Σπυρίδων Θεοδόξαστε και της συμπαθούς μεταδόσεως. πλήσον τας καρδίας, ημών των ανυμνούντων σε πιστώς εν παρρησία δεόμενος υπέρ των ψυχών ημών.

Το «Σώσον ο Θεός τον λαόν σου» κ.τ.λ..

Ωδή ζ'. Οι εκ της Ιουδαίας.
Άγιε του Θεού..

Σώσον τους σε ανευφημούντας ,Οσιώτατε Σπυρίδων Ιεράρχα, και τω θείω φωτί καταύγασον σους δούλους, και ταις λιταίς εξάρπασον, της σατάν μηχανουργίας.

Άγιε του Θεού..

Ρύσαι Σπυρίδων Ιεράρχα, σαις πρεσβείαις, δαιμόνων επηρείας, λογισμών πονηρών σος δούλους και κινδύνων, όπως αει σωζόμενοι, καταχρέως σε υμνώμεν.

Παύσον, Σπυρίδων σαις πρεσβείαις, της ψυχής μου την άρρητον οδύνην, και δεινών συμφορών σον δούλον και κινδύνων, και των παθών απάλλαξον, ως πατήρ των θλιβομένων.

Θεοτοκίον.

Έμμονον έχων την κακίαν, και δουλούμενος ατόποις συνηθείαις, ευσπλαχνία τη ση προστρέχω ανακράζων διάσωσον με, Πάναγνε, Μητρικαίς σου ικεσίαις.

ΩΔΗ Η’

Άγιε του Θεού..

Ασθενειών τε, χαλεπών και κινδύνων, Ιατρόν σε γινώσκω ω Σπυρίδων. Ρύσαι ουν ψυχήν μου, λιταίς σου αθυμίας.

Άγιε του Θεού..

Των κατεχόντων, ανιαρών τους σους δούλους ελευθέρωσον Σπυρίδων Ιεράρχα, θείαις σου πρεσβείαις, αυτοίς διδούς την λύσιν.

Μη διαλείπης, τον Ιησούν ικετεύων, ως προστάτης Πιστών ω Σπυρίδων, διαφυλαχθήναι ημάς εκ πάσης βλάβης.

Θεοτοκίον.

Ίλαθι Κόρη, τω οικτροτάτω σου δούλω, και εκ νόσων ανιάτων με ρύσαι. Ινα σε δοξάζω εις πάντας τους αιώνας.

ΩΔΗ Θ’

Άγιε του Θεού..

Τους πόθω τη ση σκέπη, Άγιε Σπυρίδων καταφυγόντας κινδύνων διάσωσον, και εκ παθών και των νόσων, λιταίς σου λύτρωσαι.

Άγιε του Θεού..

Φρουρών μη διαλίπης, Όσιε Σπυρίδων, τους σε τιμώντας πιστώς και δοξάζοντας, και σαις πρεσβείαις κινδύνων, αυτούς λυτρούμενος.

Λυτρούμενος ως ώφθης, πρότερον Σπυρίδων, τους εν Κερκύρα πιστώς σοι προστρέξαντας. Ούτω και νυν πάσης, ρύσαι με περιστάσεως.

Θεοτοκίον.

Μαρία σωτηρίας, λιμένα σε ειδότες, τη Παναχράντω σου σκέπη προστρέχομεν, και εκ των νόσων, ρυσθήναι σε ικετεύομεν.

Το Άξιον εστί και τα παρόντα Μεγαλυνάρια.

Χαίροις Τριμυθούντος η καλλονή, χαίροις ασθενούντων και πασχόντων ο ιατρός, χαίροις των Πατέρων, ωράισμα και κλέος, τρισόλβιε Σπυρίδων, σε μεγαλύνομεν.

Πρέσβευε Σπυρίδων Θαυματουργέ, υπέρ Ορθοδόξων, και εμού του αμαρτωλού, όπως των πταισμάτων την λύτρωσιν, λαβόντες παρά Θεού σε πάντες πόθω γεραίρωμεν.

Δέησιν προσάγαγε τω Θεώ, Σπυρίδων Παμμάκαρ, υπέρ δούλων των σων Σοφέ, των τυραννουμένων, υπό παντοίων νόσων, θλίψεων και κινδύνου, και τούτους λύτρωσαι.

Σπυρίδων τα όμματα της εμής, ψυχής τυφλωθέντα, αμαρτήμασι χαλεποίς, φώτισον λιταίς σου, φωτί θεογνωσίας, και ρύσαι με των Άδου, πικρών κολάσεων.

Πάσαι των αγγέλων…

Τρισάγιον. Και το τροπάριον.

Ἀπολυτίκιον Ἦχος α', τοῦ λίθου σφραγισθέντος

«Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος,
καὶ θαυματουργὸς θεοφόρε, Σπυρίδων Πατὴρ ἠιμῶν,
διὸ νεκρὰ σὺ ἐν τάφῳ προσφωνεῖς,
καὶ ὄφιν εἷς χρυσοῦν μετέβαλες,
καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς,
Ἀγγέλους ἔσχες συλλειτουργούντάς σοὶ Ἱερώτατε,
Δόξα τῶ σὲ δοξάσαντι,
δόξα τῶ σὲ στεφανώσαντι,
δόξα τῶ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα».

Είτα Εκτενής και Απόλυσις, μεθ' ην το εξής.

Ήχος β'. Ότε εκ του ξύλου.

Σκεύος απετέλεσας σαυτόν, Πνεύματος Αγίου τρισμάκαρ, καθαράς σου την ψυχήν, χρίσμα θείον έλαβες, Αρχιερεύς γεγονώς, και προστάτης θερμότατος, λαού Ορθοδόξου, του εγκαυχωμένου σου. τη παναγία Σωρώ, όθεν ω Σπυρίδων θεόφρον, εύχου τω Θεώ υπέρ πάντων, ημών των τιμώντων και ευφημούντων σε.

Δι ευχών…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου