Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 17 Ιανουαρίου 2017

Πάτερ Ὅσιε Αντώνιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος

Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Μέγα καύχημα, καὶ πολιοῦχον, σὲ πλουτίσασα πόλις Βεροίας, θεοφόρε παμμάκαρ Ἀντώνιε, τῇ σῇ πρεσβείᾳ προστρέχει ἑκάστοτε, προσπτυσσομένη τὴν πάντιμον Κάραν σου. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς ἀκολουθήσας Κυρίῳ, τῶν ὑπὲρ φύσιν ἠξιώθης χαρίτων, ὡς τῆς σαρκὸς νεκρώσας τὰ φρονήματα, Ὅσιε Ἀντώνιε, μιμητὰ τῶν Ἀγγέλων, μεθ’ ὧν ἀεὶ πρέσβευε, πάσης ῥύεσθαιο βλάβης, τοὺς σὲ τιμῶντας Πάτερ εὐλαβῶς, πᾶσιν αἰτούμενος, χάριν καὶ ἔλεος.
Μεγαλυνάριον
Ἤσκησας θεόφρον ὑπερφυῶς, καὶ ἐθαυμαστώθης, τῇ τοῦ Πνεύματος δωρεᾷ. Ὅθεν τῆς Βεροίας, ἡ πόλις σὲ γεραίρει, ὡς θεῖον πολιοῦχον, Πάτερ Ἀντώνιε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου